Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.144 Dem. 18.149 (English) >>Dem. 18.151

18.147εἰ μὲν οὖν τῆς ἰδίας ἕνεκʼ ἔχθρας τοὺς Θετταλοὺς τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένʼ ἡγεῖτο προσέξειν αὐτῷ τὸν νοῦν· ἐὰν δὲ τὰς ἐκείνων κοινὰς προφάσεις λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι, τὰ δὲ πείσειν. τί οὖν; ἐπιχειρεῖ, θεάσασθʼ ὡς εὖ, πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν· εἰς γὰρ ταῦτʼ εὐθὺς αὐτοὺς ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι. 18.148εἰ μὲν τοίνυν τοῦτʼ τῶν παρʼ ἑαυτοῦ πεμπομένων ἱερομνημόνων τῶν ἐκείνου συμμάχων εἰσηγοῖτό τις, ὑπόψεσθαι τὸ πρᾶγμʼ ἐνόμιζε καὶ τοὺς Θηβαίους καὶ τοὺς Θετταλοὺς καὶ πάντας φυλάξεσθαι, ἂν δʼ Ἀθηναῖος καὶ παρʼ ὑμῶν τῶν ὑπεναντίων τοῦτο ποιῶν, εὐπόρως λήσειν· ὅπερ συνέβη. πῶς οὖν ταῦτʼ ἐποίησεν; μισθοῦται τουτονί. 18.149οὐδενὸς δὲ προειδότος, οἶμαι, τὸ πρᾶγμʼ οὐδὲ φυλάττοντος, ὥσπερ εἴωθε τὰ τοιαῦτα παρʼ ὑμῖν γίγνεσθαι, προβληθεὶς πυλάγορος οὗτος καὶ τριῶν τεττάρων χειροτονησάντων αὐτὸν ἀνερρήθη. ὡς δὲ τὸ τῆς πόλεως ἀξίωμα λαβὼν ἀφίκετʼ εἰς τοὺς Ἀμφικτύονας, πάντα τἄλλʼ ἀφεὶς καὶ παριδὼν ἐπέραινεν ἐφʼ οἷς ἐμισθώθη,καὶ λόγους εὐπροσώπους καὶ μύθους, ὅθεν Κιρραία χώρα καθιερώθη, συνθεὶς καὶ διεξελθὼν ἀνθρώπους ἀπείρους λόγων καὶ τὸ μέλλον οὐ προορωμένους, τοὺς ἱερομνήμονας,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.144 Dem. 18.149 (English) >>Dem. 18.151

Powered by PhiloLogic